Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 7.36.2 Hdt. 7.37.2 (English) >>Hdt. 7.39.1

7.36.5 ποιήσαντες δὲ ταῦτα ὕλην ἐπεφόρησαν, κόσμῳ δὲ θέντες καὶ τὴν ὕλην γῆν ἐπεφόρησαν, κατανάξαντες δὲ καὶ τὴν γῆν φραγμὸν παρείρυσαν ἔνθεν καὶ ἔνθεν, ἵνα μὴ φοβέηται τὰ ὑποζύγια τὴν θάλασσαν ὑπερορῶντα καὶ οἱ ἵπποι.

ch. 37 7.37.1 ὡς δὲ τά τε τῶν γεφυρέων κατεσκεύαστο καὶ τὰ περὶ τὸν Ἄθων, οἵ τε χυτοὶ περὶ τὰ στόματα τῆς διώρυχος, οἳ τῆς ῥηχίης εἵνεκεν ἐποιήθησαν, ἵνα μὴ πίμπληται τὰ στόματα τοῦ ὀρύγματος, καὶ αὐτὴ διῶρυξ παντελέως πεποιημένη ἀγγέλλετο, ἐνθαῦτα χειμερίσας ἅμα τῷ ἔαρι παρεσκευασμένος στρατὸς ἐκ τῶν Σαρδίων ὁρμᾶτο ἐλῶν ἐς Ἄβυδον· 7.37.2 ὁρμημένῳ δέ οἱ ἥλιος ἐκλιπὼν τὴν ἐκ τοῦ οὐρανοῦ ἕδρην ἀφανὴς ἦν οὔτʼ ἐπινεφέλων ἐόντων αἰθρίης τε τὰ μάλιστα, ἀντὶ ἡμέρης τε νὺξ ἐγένετο. ἰδόντι δὲ καὶ μαθόντι τοῦτο τῷ Ξέρξῃ ἐπιμελὲς ἐγένετο, καὶ εἴρετο τοὺς Μάγους τὸ θέλει προφαίνειν τὸ φάσμα. 7.37.3 οἱ δὲ ἔφραζον ὡς Ἕλλησι προδεικνύει θεὸς ἔκλειψιν τῶν πολίων, λέγοντες ἥλιον εἶναι Ἑλλήνων προδέκτορα, σελήνην δὲ σφέων. ταῦτα πυθόμενος Ξέρξης περιχαρὴς ἐὼν ἐποιέετο τὴν ἔλασιν.

ch. 38 7.38.1 ὡς δʼ ἐξήλαυνε τὴν στρατιήν, Πύθιος Λυδὸς καταρρωδήσας τὸ ἐκ τοῦ οὐρανοῦ φάσμα ἐπαερθείς τε τοῖσι δωρήμασι, ἐλθὼν παρὰ Ξέρξην ἔλεγε τάδε· “ δέσποτα, χρηίσας ἄν τι σεῦ βουλοίμην τυχεῖν, τὸ σοὶ μὲν ἐλαφρὸν τυγχάνει ἐὸν ὑπουργῆσαι, ἐμοὶ δὲ μέγα γενόμενον.”



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 7.36.2 Hdt. 7.37.2 (English) >>Hdt. 7.39.1

Powered by PhiloLogic